Site uses cookies to provide basic functionality.

OK
REVELATION OF JOHN
Prev Up Next Toggle notes
Chapter 1
Reve StatResG 1:1  ¶Ἀποκάλυψις ˚Ἰησοῦ ˚Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ ˚Θεὸς, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ, Ἰωάννῃ,
Reve StatResG 1:2  ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ ˚Θεοῦ, καὶ τὴν μαρτυρίαν ˚Ἰησοῦ ˚Χριστοῦ, ὅσα εἶδεν.
Reve StatResG 1:3  Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
Reve StatResG 1:4  ¶Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ: χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
Reve StatResG 1:5  καὶ ἀπὸ ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. ¶Τῷ ἀγαπῶντι ἡμᾶς, καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
Reve StatResG 1:6  καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ ˚Θεῷ καὶ Πατρὶ αὐτοῦ– αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν!
Reve StatResG 1:7  ¶“Ἰδοὺ, ἔρχεται μετὰ τῶν νεφελῶν”, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί! Ἀμήν!
Reve StatResG 1:8  ¶“Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ”, λέγει ˚Κύριος, ὁ ˚Θεός, “ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.”
Reve StatResG 1:9  ¶Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συγκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν ˚Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ ˚Θεοῦ καὶ τὴν μαρτυρίαν ˚Ἰησοῦ.
Reve StatResG 1:10  Ἐγενόμην ἐν ˚Πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
Reve StatResG 1:11  λεγούσης, “Ὃ βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις: εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.”
Reve StatResG 1:12  ¶Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ. Καὶ ἐπιστρέψας, εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
Reve StatResG 1:13  καὶ ἐν μέσῳ τῶν λυχνιῶν, “ὅμοιον Ὑιῷ Ἀνθρώπου”, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν.
Reve StatResG 1:14  Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκόν ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
Reve StatResG 1:15  καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
Reve StatResG 1:16  καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
Reve StatResG 1:17  ¶Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός. Καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων, “Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
Reve StatResG 1:18  καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἍΙδου.
Reve StatResG 1:19  Γράψον οὖν ἃ εἶδες, καὶ ἃ εἰσὶν, καὶ ἃ μέλλει γενέσθαι μετὰ ταῦτα.
Reve StatResG 1:20  Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων, οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς: οἱ ἑπτὰ ἀστέρες, ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσίν.