COLOSSIANS
Chapter 4
Colo | StatResG | 4:1 | Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε ˚Κύριον ἐν οὐρανῷ. | |
Colo | StatResG | 4:3 | προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ ˚Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ ˚Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι, | |
Colo | StatResG | 4:6 | Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. | |
Colo | StatResG | 4:7 | ¶Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν ˚Κυρίῳ, | |
Colo | StatResG | 4:8 | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, | |
Colo | StatResG | 4:9 | σὺν Ὀνησίμῳ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. | |
Colo | StatResG | 4:10 | ¶Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος, ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος, ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν), | |
Colo | StatResG | 4:11 | καὶ Ἰησοῦς, ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι, μόνοι συνεργοὶ εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. | |
Colo | StatResG | 4:12 | Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος ˚Χριστοῦ ˚Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ ˚Θεοῦ. | |
Colo | StatResG | 4:13 | Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. | |
Colo | StatResG | 4:15 | Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νύμφαν, καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. | |
Colo | StatResG | 4:16 | Καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. | |
Colo | StatResG | 4:17 | Καὶ εἴπατε Ἀρχίππῳ, “Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν ˚Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.” | |