COLOSSIANS
Chapter 3
Colo | StatResG | 3:1 | ¶Εἰ οὖν συνηγέρθητε τῷ ˚Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ ˚Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ ˚Θεοῦ καθήμενος. | |
Colo | StatResG | 3:4 | Ὅταν ὁ ˚Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. | |
Colo | StatResG | 3:5 | ¶Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς: πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, | |
Colo | StatResG | 3:8 | Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα: ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. | |
Colo | StatResG | 3:9 | Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, | |
Colo | StatResG | 3:10 | καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν, | |
Colo | StatResG | 3:11 | ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν ˚Χριστός. | |
Colo | StatResG | 3:12 | ¶Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ ˚Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, | |
Colo | StatResG | 3:13 | ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ˚Κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς. | |
Colo | StatResG | 3:15 | Καὶ ἡ εἰρήνη τοῦ ˚Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. | |
Colo | StatResG | 3:16 | Ὁ λόγος τοῦ ˚Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ ˚Θεῷ. | |
Colo | StatResG | 3:17 | Καὶ πᾶν, ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι ˚Κυρίου ˚Ἰησοῦ, εὐχαριστοῦντες τῷ ˚Θεῷ Πατρὶ διʼ αὐτοῦ. | |
Colo | StatResG | 3:20 | ¶Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν ˚Κυρίῳ. | |
Colo | StatResG | 3:22 | Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλεία, ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ˚Κύριον. | |
Colo | StatResG | 3:24 | εἰδότες ὅτι ἀπὸ ˚Κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. Τῷ ˚Κυρίῳ ˚Χριστῷ δουλεύετε. | |