Site uses cookies to provide basic functionality.

OK
DEUTERONOMY
Prev Up Next
Chapter 16
Deut LXX 16:1  φύλαξαι τὸν μῆνα τῶν νέων καὶ ποιήσεις τὸ πασχα κυρίῳ τῷ θεῷ σου ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός
Deut LXX 16:2  καὶ θύσεις τὸ πασχα κυρίῳ τῷ θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
Deut LXX 16:3  οὐ φάγῃ ἐπ’ αὐτοῦ ζύμην ἑπτὰ ἡμέρας φάγῃ ἐπ’ αὐτοῦ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν
Deut LXX 16:4  οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί
Deut LXX 16:5  οὐ δυνήσῃ θῦσαι τὸ πασχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι
Deut LXX 16:6  ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ θύσεις τὸ πασχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου
Deut LXX 16:7  καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἀπελεύσῃ εἰς τοὺς οἴκους σου
Deut LXX 16:8  ἓξ ἡμέρας φάγῃ ἄζυμα καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον ἑορτὴ κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχῇ
Deut LXX 16:9  ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας
Deut LXX 16:10  καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ σου ἰσχύει ὅσα ἂν δῷ σοι καθότι ηὐλόγησέν σε κύριος ὁ θεός σου
Deut LXX 16:11  καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ὑμῖν ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
Deut LXX 16:12  καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας
Deut LXX 16:13  ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τοῦ ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου
Deut LXX 16:14  καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου
Deut LXX 16:15  ἑπτὰ ἡμέρας ἑορτάσεις κυρίῳ τῷ θεῷ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ ἐὰν δὲ εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου καὶ ἔσῃ εὐφραινόμενος
Deut LXX 16:16  τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται αὐτὸν κύριος ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας οὐκ ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου κενός
Deut LXX 16:17  ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι
Deut LXX 16:18  κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσίν σου αἷς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν
Deut LXX 16:19  οὐκ ἐκκλινοῦσιν κρίσιν οὐκ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήμψονται δῶρον τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων
Deut LXX 16:20  δικαίως τὸ δίκαιον διώξῃ ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι
Deut LXX 16:21  οὐ φυτεύσεις σεαυτῷ ἄλσος πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου ὃ ποιήσεις σεαυτῷ
Deut LXX 16:22  οὐ στήσεις σεαυτῷ στήλην ἃ ἐμίσησεν κύριος ὁ θεός σου