I TIMOTHY
Chapter 1
I Ti | StatResG | 1:1 | ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, κατʼ ἐπιταγὴν ˚Θεοῦ Σωτῆρος ἡμῶν, καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, | |
I Ti | StatResG | 1:2 | Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει: χάρις, ἔλεος, εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν. | |
I Ti | StatResG | 1:3 | ¶Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν, | |
I Ti | StatResG | 1:4 | μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν ˚Θεοῦ, τὴν ἐν πίστει. | |
I Ti | StatResG | 1:5 | Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου, | |
I Ti | StatResG | 1:7 | θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. | |
I Ti | StatResG | 1:9 | εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, | |
I Ti | StatResG | 1:10 | πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, | |
I Ti | StatResG | 1:12 | ¶Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, ˚Χριστῷ ˚Ἰησοῦ τῷ ˚Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, | |
I Ti | StatResG | 1:13 | τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν, ἐποίησα ἐν ἀπιστίᾳ. | |
I Ti | StatResG | 1:14 | Ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. | |
I Ti | StatResG | 1:15 | Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος: ὅτι “˚Χριστὸς ˚Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι”, ὧν πρῶτός εἰμι ἐγώ. | |
I Ti | StatResG | 1:16 | Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ˚Ἰησοῦς ˚Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ, εἰς ζωὴν αἰώνιον. | |
I Ti | StatResG | 1:17 | Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ ˚Θεῷ, τιμὴ καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! | |
I Ti | StatResG | 1:18 | ¶Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον, Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, | |
I Ti | StatResG | 1:19 | ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν· | |