Site uses cookies to provide basic functionality.

OK
II CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 3
II C StatResG 3:1  ¶Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν;
II C StatResG 3:2  Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
II C StatResG 3:3  φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ ˚Χριστοῦ, διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ ˚Πνεύματι ˚Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.
II C StatResG 3:4  ¶Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ ˚Χριστοῦ πρὸς τὸν ˚Θεόν.
II C StatResG 3:5  Οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ ˚Θεοῦ,
II C StatResG 3:6  ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ ˚Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ ˚Πνεῦμα ζῳοποιεῖ.
II C StatResG 3:7  ¶Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην,
II C StatResG 3:8  πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ ˚Πνεύματος ἔσται ἐν δόξῃ;
II C StatResG 3:9  Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
II C StatResG 3:10  Καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
II C StatResG 3:11  Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
II C StatResG 3:12  ¶Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
II C StatResG 3:13  καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου.
II C StatResG 3:14  Ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν ˚Χριστῷ καταργεῖται.
II C StatResG 3:15  Ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.
II C StatResG 3:16  Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς ˚Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
II C StatResG 3:17  Ὁ δὲ ˚Κύριος τὸ ˚Πνεῦμά ἐστιν· οὗ δὲ τὸ ˚Πνεῦμα ˚Κυρίου, ἐλευθερία.
II C StatResG 3:18  Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν ˚Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ ˚Κυρίου, ˚Πνεύματος.