Site uses cookies to provide basic functionality.

OK
II CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 4
II C StatResG 4:1  ¶Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν.
II C StatResG 4:2  Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ ˚Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας, συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ ˚Θεοῦ.
II C StatResG 4:3  Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
II C StatResG 4:4  ἐν οἷς ὁ ˚θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ ˚Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ ˚Θεοῦ.
II C StatResG 4:5  Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ ˚Ἰησοῦν ˚Χριστὸν ˚Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ˚Ἰησοῦν.
II C StatResG 4:6  Ὅτι ὁ ˚Θεὸς ὁ εἰπών, “Ἐκ σκότους φῶς λάμψει”, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ ˚Θεοῦ ἐν προσώπῳ ˚Ἰησοῦ ˚Χριστοῦ.
II C StatResG 4:7  ¶Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ ˚Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν·
II C StatResG 4:8  ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλʼ οὐκ ἐξαπορούμενοι,
II C StatResG 4:9  διωκόμενοι, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλʼ οὐκ ἀπολλύμενοι,
II C StatResG 4:10  πάντοτε τὴν νέκρωσιν τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
II C StatResG 4:11  Ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ ˚Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
II C StatResG 4:12  Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
II C StatResG 4:13  ¶Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, “Ἐπίστευσα, διὸ ἐλάλησα”, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
II C StatResG 4:14  εἰδότες ὅτι ὁ ἐγείρας τὸν ˚Ἰησοῦν, καὶ ἡμᾶς σὺν ˚Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.
II C StatResG 4:15  Τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων, τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ ˚Θεοῦ.
II C StatResG 4:16  ¶Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
II C StatResG 4:17  Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης, κατεργάζεται ἡμῖν,
II C StatResG 4:18  μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.