Site uses cookies to provide basic functionality.

OK
II CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 8
II C StatResG 8:1  ¶Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ ˚Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
II C StatResG 8:2  ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως, ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν, ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν.
II C StatResG 8:3  Ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
II C StatResG 8:4  μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους.
II C StatResG 8:5  Καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλʼ ἑαυτοὺς ἔδωκαν, πρῶτον τῷ ˚Κυρίῳ, καὶ ἡμῖν, διὰ θελήματος ˚Θεοῦ.
II C StatResG 8:6  Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
II C StatResG 8:7  Ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
II C StatResG 8:8  ¶Οὐ κατʼ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.
II C StatResG 8:9  Γινώσκετε γὰρ τὴν χάριν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
II C StatResG 8:10  Καὶ γνώμην ἐν τούτῳ δίδωμι, τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν, προενήρξασθε ἀπὸ πέρυσι.
II C StatResG 8:11  Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
II C StatResG 8:12  Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
II C StatResG 8:13  Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλῖψις, ἀλλʼ ἐξ ἰσότητος.
II C StatResG 8:14  Ἐν τῷ νῦν καιρῷ, τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης.
II C StatResG 8:15  Καθὼς γέγραπται, “Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.”
II C StatResG 8:16  ¶Χάρις δὲ τῷ ˚Θεῷ, τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου.
II C StatResG 8:17  Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος, ἐξῆλθεν πρὸς ὑμᾶς.
II C StatResG 8:18  Συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν·
II C StatResG 8:19  οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν, ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν, πρὸς τὴν τοῦ ˚Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν·
II C StatResG 8:20  στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν,
II C StatResG 8:21  προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον ˚Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
II C StatResG 8:22  Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς, πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
II C StatResG 8:23  Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός, εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν δόξα ˚Χριστοῦ.
II C StatResG 8:24  Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.