II CORINTHIANS
Chapter 1
II C | StatResG | 1:1 | ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ: | |
II C | StatResG | 1:3 | ¶Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ ˚Θεὸς πάσης παρακλήσεως, | |
II C | StatResG | 1:4 | ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 1:5 | Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ ˚Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ ˚Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. | |
II C | StatResG | 1:6 | Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. | |
II C | StatResG | 1:7 | Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. | |
II C | StatResG | 1:8 | ¶Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. | |
II C | StatResG | 1:9 | Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλʼ ἐπὶ τῷ ˚Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς· | |
II C | StatResG | 1:10 | ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, | |
II C | StatResG | 1:11 | συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων, τὸ εἰς ἡμᾶς χάρισμα, διὰ πολλῶν, εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. | |
II C | StatResG | 1:12 | ¶Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν: τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ ˚Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλʼ ἐν χάριτι ˚Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. | |
II C | StatResG | 1:13 | Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε, | |
II C | StatResG | 1:14 | καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ˚Ἰησοῦ. | |
II C | StatResG | 1:15 | ¶Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον, πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, | |
II C | StatResG | 1:16 | καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. | |
II C | StatResG | 1:17 | Τοῦτο οὖν βουλόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ “Ναὶ, ναὶ”, καὶ τὸ “Οὒ, οὔ;” | |
II C | StatResG | 1:19 | Ὁ τοῦ ˚Θεοῦ γὰρ Υἱὸς, ˚Ἰησοῦς ˚Χριστὸς, ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ, καὶ Σιλουανοῦ, καὶ Τιμοθέου, οὐκ ἐγένετο “Ναὶ” καὶ “Οὒ”, ἀλλὰ “Ναὶ” ἐν αὐτῷ γέγονεν. | |
II C | StatResG | 1:20 | Ὅσαι γὰρ ἐπαγγελίαι ˚Θεοῦ, ἐν αὐτῷ τὸ “Ναί”. Διὸ καὶ διʼ αὐτοῦ, τὸ “Ἀμὴν”, τῷ ˚Θεῷ πρὸς δόξαν διʼ ἡμῶν. | |
II C | StatResG | 1:22 | ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. | |
II C | StatResG | 1:23 | ¶Ἐγὼ δὲ μάρτυρα τὸν ˚Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. | |