Site uses cookies to provide basic functionality.

OK
II CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 1
II C StatResG 1:1  ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ:
II C StatResG 1:2  χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
II C StatResG 1:3  ¶Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ ˚Θεὸς πάσης παρακλήσεως,
II C StatResG 1:4  ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ ˚Θεοῦ.
II C StatResG 1:5  Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ ˚Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ ˚Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
II C StatResG 1:6  Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν.
II C StatResG 1:7  Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
II C StatResG 1:8  ¶Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
II C StatResG 1:9  Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλʼ ἐπὶ τῷ ˚Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς·
II C StatResG 1:10  ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
II C StatResG 1:11  συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων, τὸ εἰς ἡμᾶς χάρισμα, διὰ πολλῶν, εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
II C StatResG 1:12  ¶Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν: τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ ˚Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλʼ ἐν χάριτι ˚Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
II C StatResG 1:13  Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
II C StatResG 1:14  καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
II C StatResG 1:15  ¶Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον, πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
II C StatResG 1:16  καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
II C StatResG 1:17  Τοῦτο οὖν βουλόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ “Ναὶ, ναὶ”, καὶ τὸ “Οὒ, οὔ;”
II C StatResG 1:18  Πιστὸς δὲ ὁ ˚Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς, οὐκ ἔστιν “Ναὶ” καὶ “Οὔ”.
II C StatResG 1:19  Ὁ τοῦ ˚Θεοῦ γὰρ Υἱὸς, ˚Ἰησοῦς ˚Χριστὸς, ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ, καὶ Σιλουανοῦ, καὶ Τιμοθέου, οὐκ ἐγένετο “Ναὶ” καὶ “Οὒ”, ἀλλὰ “Ναὶ” ἐν αὐτῷ γέγονεν.
II C StatResG 1:20  Ὅσαι γὰρ ἐπαγγελίαι ˚Θεοῦ, ἐν αὐτῷ τὸ “Ναί”. Διὸ καὶ διʼ αὐτοῦ, τὸ “Ἀμὴν”, τῷ ˚Θεῷ πρὸς δόξαν διʼ ἡμῶν.
II C StatResG 1:21  Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς ˚Χριστὸν καὶ χρίσας ἡμᾶς ˚Θεός,
II C StatResG 1:22  ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
II C StatResG 1:23  ¶Ἐγὼ δὲ μάρτυρα τὸν ˚Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
II C StatResG 1:24  Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.