II CORINTHIANS
Chapter 9
II C | StatResG | 9:1 | ¶Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν. | |
II C | StatResG | 9:2 | Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. | |
II C | StatResG | 9:3 | Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν, τὸ ὑπὲρ ὑμῶν, κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. | |
II C | StatResG | 9:4 | Μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ. | |
II C | StatResG | 9:5 | Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. | |
II C | StatResG | 9:6 | ¶Τοῦτο δέ: ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις, ἐπʼ εὐλογίαις καὶ θερίσει. | |
II C | StatResG | 9:7 | Ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ ˚Θεός. | |
II C | StatResG | 9:8 | Δυνατεῖ δὲ ὁ ˚Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. | |
II C | StatResG | 9:9 | Καθὼς γέγραπται, “Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.” | |
II C | StatResG | 9:10 | Ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· | |
II C | StatResG | 9:11 | ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν, εὐχαριστίαν τῷ ˚Θεῷ. | |
II C | StatResG | 9:12 | Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ ˚Θεῷ· | |
II C | StatResG | 9:13 | διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν ˚Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, | |
II C | StatResG | 9:14 | καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς, διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ ˚Θεοῦ ἐφʼ ὑμῖν. | |