Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next Toggle notes
Chapter 28
Psal LXX 28:1  ψαλμὸς τῷ Δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν
Psal LXX 28:2  ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ
Psal LXX 28:3  φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν
Psal LXX 28:4  φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ
Psal LXX 28:5  φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
Psal LXX 28:6  καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων
Psal LXX 28:7  φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός
Psal LXX 28:8  φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης
Psal LXX 28:9  φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν
Psal LXX 28:10  κύριος τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα
Psal LXX 28:11  κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ