HEBREWS
Chapter 1
Hebr | StatResG | 1:2 | ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· | |
Hebr | StatResG | 1:3 | ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν “ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ” τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς. | |
Hebr | StatResG | 1:4 | Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς, κεκληρονόμηκεν ὄνομα. | |
Hebr | StatResG | 1:5 | ¶Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, “Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;” Καὶ πάλιν, “Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;” | |
Hebr | StatResG | 1:6 | Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, “Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι ˚Θεοῦ.” | |
Hebr | StatResG | 1:7 | Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, “Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα”· | |
Hebr | StatResG | 1:8 | πρὸς δὲ τὸν Υἱόν, “Ὁ θρόνος σου, ὁ ˚Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ. | |
Hebr | StatResG | 1:9 | Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο, ἔχρισέν σε ὁ ˚Θεός, ὁ ˚Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.” | |
Hebr | StatResG | 1:10 | Καί, “Σὺ κατʼ ἀρχάς, ˚Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. | |
Hebr | StatResG | 1:12 | καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.” | |
Hebr | StatResG | 1:13 | Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου;” | |