Site uses cookies to provide basic functionality.

OK
HEBREWS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 10
Hebr StatResG 10:1  ¶Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις, ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι.
Hebr StatResG 10:2  Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν, τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;
Hebr StatResG 10:3  Ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνιαυτόν.
Hebr StatResG 10:4  Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
Hebr StatResG 10:5  Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει, “Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.
Hebr StatResG 10:6  Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
Hebr StatResG 10:7  Τότε εἶπον, ‘Ἰδοὺ, ἥκω (ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ) τοῦ ποιῆσαι ὁ ˚Θεός τὸ θέλημά σου.’”
Hebr StatResG 10:8  Ἀνώτερον λέγων, ὅτι “Θυσίας, καὶ προσφορὰς, καὶ ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας, οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας” (αἵτινες κατὰ νόμον προσφέρονται),
Hebr StatResG 10:9  τότε εἴρηκεν, “Ἰδοὺ, ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου.” Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.
Hebr StatResG 10:10  Ἐν ᾧ θελήματι, ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος ˚Ἰησοῦ ˚Χριστοῦ ἐφάπαξ.
Hebr StatResG 10:11  ¶Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
Hebr StatResG 10:12  Οὗτος δὲ, μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς, “ἐκάθισεν ἐν δεξιᾷ τοῦ ˚Θεοῦ”,
Hebr StatResG 10:13  τὸ λοιπὸν, ἐκδεχόμενος “ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ”.
Hebr StatResG 10:14  Μιᾷ γὰρ προσφορᾷ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Hebr StatResG 10:15  Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ ˚Πνεῦμα τὸ Ἅγιον, μετὰ γὰρ τὸ εἰρηκέναι,
Hebr StatResG 10:16  “Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει ˚Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς…
Hebr StatResG 10:17  καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, οὐ μὴ μνησθήσομαι ἔτι.”
Hebr StatResG 10:18  Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
Hebr StatResG 10:19  ¶Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι ˚Ἰησοῦ,
Hebr StatResG 10:20  ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτʼ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
Hebr StatResG 10:21  καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ ˚Θεοῦ,
Hebr StatResG 10:22  προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ.
Hebr StatResG 10:23  Κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
Hebr StatResG 10:24  καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
Hebr StatResG 10:25  μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
Hebr StatResG 10:26  ¶Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
Hebr StatResG 10:27  φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ “πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους”.
Hebr StatResG 10:28  Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει.
Hebr StatResG 10:29  Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ ˚Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ ˚Πνεῦμα τῆς χάριτος ἐνυβρίσας!
Hebr StatResG 10:30  Οἴδαμεν γὰρ τὸν εἰπόντα, “Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω”, καὶ πάλιν, “Κρινεῖ ˚Κύριος τὸν λαὸν αὐτοῦ.”
Hebr StatResG 10:31  Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας ˚Θεοῦ ζῶντος.
Hebr StatResG 10:32  ¶Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
Hebr StatResG 10:33  τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
Hebr StatResG 10:34  Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν, καὶ μένουσαν.
Hebr StatResG 10:35  Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.
Hebr StatResG 10:36  Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ ˚Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.
Hebr StatResG 10:37  “Ἔτι γὰρ μικρὸν ὅσον, ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει.
Hebr StatResG 10:38  Ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.”
Hebr StatResG 10:39  Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.