HEBREWS
Chapter 2
Hebr | StatResG | 2:2 | Εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, | |
Hebr | StatResG | 2:3 | πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ ˚Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, | |
Hebr | StatResG | 2:4 | συνεπιμαρτυροῦντος τοῦ ˚Θεοῦ σημείοις τε, καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ ˚Πνεύματος Ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. | |
Hebr | StatResG | 2:6 | Διεμαρτύρατο δέ πού τις λέγων, “Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; | |
Hebr | StatResG | 2:8 | πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.” Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. | |
Hebr | StatResG | 2:9 | Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, βλέπομεν ˚Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι ˚Θεοῦ, ὑπὲρ παντὸς γεύσηται θανάτου. | |
Hebr | StatResG | 2:10 | ¶Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα, καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι. | |
Hebr | StatResG | 2:11 | Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν, οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν | |
Hebr | StatResG | 2:13 | Καὶ πάλιν, “Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ.” Καὶ πάλιν, “Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ ˚Θεός.” | |
Hebr | StatResG | 2:14 | ¶Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστιν τὸν διάβολον, | |
Hebr | StatResG | 2:15 | καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν, ἔνοχοι ἦσαν δουλείας. | |
Hebr | StatResG | 2:17 | Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν ˚Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. | |