HEBREWS
Chapter 12
Hebr | StatResG | 12:1 | ¶Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν διʼ ὑπομονῆς, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, | |
Hebr | StatResG | 12:2 | ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν, ˚Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, “ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ ˚Θεοῦ κεκάθικεν”. | |
Hebr | StatResG | 12:3 | ¶Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτούς ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. | |
Hebr | StatResG | 12:5 | καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, “Υἱέ μου, μὴ ὀλιγώρει παιδείας ˚Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· | |
Hebr | StatResG | 12:7 | Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ ˚Θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; | |
Hebr | StatResG | 12:8 | Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε. | |
Hebr | StatResG | 12:9 | Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; | |
Hebr | StatResG | 12:10 | Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. | |
Hebr | StatResG | 12:11 | Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. | |
Hebr | StatResG | 12:13 | καὶ “τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν”, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. | |
Hebr | StatResG | 12:14 | ¶Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν ˚Κύριον. | |
Hebr | StatResG | 12:15 | Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ ˚Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί, | |
Hebr | StatResG | 12:16 | μή τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς, ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ. | |
Hebr | StatResG | 12:17 | ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. | |
Hebr | StatResG | 12:18 | ¶Οὐ γὰρ προσεληλύθατε, ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ ζόφῳ, καὶ θυέλλῃ, | |
Hebr | StatResG | 12:19 | καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες, παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· | |
Hebr | StatResG | 12:22 | Ἀλλὰ προσεληλύθατε Σιὼν Ὄρει καὶ πόλει ˚Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, | |
Hebr | StatResG | 12:23 | καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ ˚Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, | |
Hebr | StatResG | 12:24 | καὶ διαθήκης νέας μεσίτῃ, ˚Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ. | |
Hebr | StatResG | 12:25 | ¶Βλέπετε, μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς, παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· | |
Hebr | StatResG | 12:26 | οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, “Ἔτι ἅπαξ ἐγὼ σείσω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.” | |
Hebr | StatResG | 12:27 | Τὸ δὲ, “ἔτι ἅπαξ”, δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. | |
Hebr | StatResG | 12:28 | Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ ˚Θεῷ μετὰ εὐλαβείας καὶ δέους. | |