Site uses cookies to provide basic functionality.

OK
HEBREWS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 6
Hebr StatResG 6:1  ¶Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ ˚Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ ˚Θεόν,
Hebr StatResG 6:2  βαπτισμῶν διδαχὴν, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου.
Hebr StatResG 6:3  Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ ˚Θεός.
Hebr StatResG 6:4  Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας ˚Πνεύματος Ἁγίου,
Hebr StatResG 6:5  καὶ καλὸν γευσαμένους ˚Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος,
Hebr StatResG 6:6  καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ ˚Θεοῦ, καὶ παραδειγματίζοντας.
Hebr StatResG 6:7  Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον, ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ ˚Θεοῦ·
Hebr StatResG 6:8  ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
Hebr StatResG 6:9  ¶Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.
Hebr StatResG 6:10  Οὐ γὰρ ἄδικος ὁ ˚Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
Hebr StatResG 6:11  Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
Hebr StatResG 6:12  ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας, κληρονομούντων τὰς ἐπαγγελίας.
Hebr StatResG 6:13  ¶Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ ˚Θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ
Hebr StatResG 6:14  λέγων, “Εἰ μὴν εὐλογῶν, εὐλογήσω σε, καὶ πληθύνων, πληθυνῶ σε”.
Hebr StatResG 6:15  Καὶ οὕτως μακροθυμήσας, ἐπέτυχεν τῆς ἐπαγγελίας.
Hebr StatResG 6:16  Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν ὁ ὅρκος.
Hebr StatResG 6:17  Ἐν ᾧ περισσότερον βουλόμενος ὁ ˚Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
Hebr StatResG 6:18  ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν ˚Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
Hebr StatResG 6:19  ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
Hebr StatResG 6:20  ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, ˚Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ, ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.