Site uses cookies to provide basic functionality.

OK
HEBREWS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 1
Hebr StatResG 1:1  ¶Πολυμερῶς καὶ πολυτρόπως πάλαι, ὁ ˚Θεὸς, λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
Hebr StatResG 1:2  ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·
Hebr StatResG 1:3  ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν “ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ” τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς.
Hebr StatResG 1:4  Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς, κεκληρονόμηκεν ὄνομα.
Hebr StatResG 1:5  ¶Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, “Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;” Καὶ πάλιν, “Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;”
Hebr StatResG 1:6  Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, “Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι ˚Θεοῦ.”
Hebr StatResG 1:7  Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, “Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα”·
Hebr StatResG 1:8  πρὸς δὲ τὸν Υἱόν, “Ὁ θρόνος σου, ὁ ˚Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ.
Hebr StatResG 1:9  Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο, ἔχρισέν σε ὁ ˚Θεός, ὁ ˚Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
Hebr StatResG 1:10  Καί, “Σὺ κατʼ ἀρχάς, ˚Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.
Hebr StatResG 1:11  Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
Hebr StatResG 1:12  καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”
Hebr StatResG 1:13  Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου;”
Hebr StatResG 1:14  Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;