JAMES
Chapter 3
Jame | StatResG | 3:2 | Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. | |
Jame | StatResG | 3:3 | Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. | |
Jame | StatResG | 3:4 | Ἰδοὺ, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται. | |
Jame | StatResG | 3:5 | Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν, καὶ μεγάλα αὐχεῖ. ¶Ἰδοὺ, ἡλίκον πῦρ, ἡλίκην ὕλην ἀνάπτει. | |
Jame | StatResG | 3:6 | Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς Γεέννης. | |
Jame | StatResG | 3:7 | Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· | |
Jame | StatResG | 3:8 | τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων, ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. | |
Jame | StatResG | 3:9 | Ἐν αὐτῇ εὐλογοῦμεν τὸν ˚Κύριον καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθʼ ὁμοίωσιν ˚Θεοῦ γεγονότας. | |
Jame | StatResG | 3:10 | Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι. | |
Jame | StatResG | 3:12 | Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. | |
Jame | StatResG | 3:13 | ¶Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. | |
Jame | StatResG | 3:14 | Εἰ δὲ ζῆλον πικρὸν ἔχετε, καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. | |
Jame | StatResG | 3:17 | Ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος. | |