Site uses cookies to provide basic functionality.

OK
I CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 4
I Co StatResG 4:1  ¶Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας ˚Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων ˚Θεοῦ.
I Co StatResG 4:2  Ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.
I Co StatResG 4:3  Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω.
I Co StatResG 4:4  Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με ˚Κύριός ἐστιν.
I Co StatResG 4:5  Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ ˚Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ ˚Θεοῦ.
I Co StatResG 4:6  ¶Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τό “Μὴ ὑπὲρ ἃ γέγραπται”, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς, φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
I Co StatResG 4:7  Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
I Co StatResG 4:8  ¶Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
I Co StatResG 4:9  Δοκῶ γάρ ὁ ˚Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
I Co StatResG 4:10  Ἡμεῖς μωροὶ διὰ ˚Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν ˚Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
I Co StatResG 4:11  Ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
I Co StatResG 4:12  καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. Λοιδορούμενοι, εὐλογοῦμεν, διωκόμενοι, ἀνεχόμεθα,
I Co StatResG 4:13  δυσφημούμενοι, παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
I Co StatResG 4:14  ¶Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ, νουθετῶ.
I Co StatResG 4:15  Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν ˚Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ ˚Χριστῷ ˚Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, ἐγὼ ὑμᾶς ἐγέννησα.
I Co StatResG 4:16  Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
I Co StatResG 4:17  Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον, ἀγαπητὸν καὶ πιστὸν ἐν ˚Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
I Co StatResG 4:18  Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες.
I Co StatResG 4:19  Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ ˚Κύριος θελήσῃ, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.
I Co StatResG 4:20  Οὐ γὰρ ἐν λόγῳ ἡ Βασιλεία τοῦ ˚Θεοῦ, ἀλλʼ ἐν δυνάμει.
I Co StatResG 4:21  Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραΰτητος;