Site uses cookies to provide basic functionality.

OK
I CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 7
I Co StatResG 7:1  ¶Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ, γυναικὸς μὴ ἅπτεσθαι.
I Co StatResG 7:2  Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
I Co StatResG 7:3  Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
I Co StatResG 7:4  Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ἡ γυνή.
I Co StatResG 7:5  Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.
I Co StatResG 7:6  Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν.
I Co StatResG 7:7  Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. Ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ ˚Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
I Co StatResG 7:8  ¶Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.
I Co StatResG 7:9  Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι, ἢ πυροῦσθαι.
I Co StatResG 7:10  ¶Τοῖς δὲ γεγαμηκόσιν, παραγγέλλω (οὐκ ἐγὼ, ἀλλὰ ὁ ˚Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
I Co StatResG 7:11  (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
I Co StatResG 7:12  ¶Τοῖς δὲ λοιποῖς λέγω (ἐγώ, οὐχ ὁ ˚Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
I Co StatResG 7:13  Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
I Co StatResG 7:14  Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
I Co StatResG 7:15  Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ ˚Θεός.
I Co StatResG 7:16  Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
I Co StatResG 7:17  ¶Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ ˚Κύριος, ἕκαστον ὡς κέκληκεν ὁ ˚Θεός, οὕτως περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
I Co StatResG 7:18  Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ κέκληταί τις; Μὴ περιτεμνέσθω.
I Co StatResG 7:19  Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν ˚Θεοῦ.
I Co StatResG 7:20  Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
I Co StatResG 7:21  ¶Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
I Co StatResG 7:22  Ὁ γὰρ ἐν ˚Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος ˚Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν ˚Χριστοῦ.
I Co StatResG 7:23  Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
I Co StatResG 7:24  Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ ˚Θεῷ.
I Co StatResG 7:25  ¶Περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν ˚Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ ˚Κυρίου, πιστὸς εἶναι.
I Co StatResG 7:26  Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
I Co StatResG 7:27  Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.
I Co StatResG 7:28  Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες. Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
I Co StatResG 7:29  Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν,
I Co StatResG 7:30  καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες,
I Co StatResG 7:31  καὶ οἱ χρώμενοι τὸν κόσμον, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
I Co StatResG 7:32  ¶Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, πῶς ἀρέσῃ τῷ ˚Κυρίῳ·
I Co StatResG 7:33  ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. Καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος
I Co StatResG 7:34  ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, ἵνα ᾖ ἁγία, καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
I Co StatResG 7:35  Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ ˚Κυρίῳ ἀπερισπάστως.
I Co StatResG 7:36  ¶Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
I Co StatResG 7:37  Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει.
I Co StatResG 7:38  Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων, κρεῖσσον ποιήσει.
I Co StatResG 7:39  ¶Γυνὴ δέδεται ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν ˚Κυρίῳ.
I Co StatResG 7:40  Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ, ˚Πνεῦμα ˚Θεοῦ ἔχειν.