Site uses cookies to provide basic functionality.

OK
I CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 15
I Co StatResG 15:1  ¶Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
I Co StatResG 15:2  διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
I Co StatResG 15:3  ¶Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον: ὅτι ˚Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς,
I Co StatResG 15:4  καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς Γραφάς,
I Co StatResG 15:5  καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.
I Co StatResG 15:6  Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν.
I Co StatResG 15:7  Ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν,
I Co StatResG 15:8  ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί.
I Co StatResG 15:9  Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ.
I Co StatResG 15:10  Χάριτι δὲ ˚Θεοῦ, εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλὰ ἡ χάρις τοῦ ˚Θεοῦ σὺν ἐμοί.
I Co StatResG 15:11  Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
I Co StatResG 15:12  ¶Εἰ δὲ ˚Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
I Co StatResG 15:13  Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ ˚Χριστὸς ἐγήγερται·
I Co StatResG 15:14  εἰ δὲ ˚Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν.
I Co StatResG 15:15  Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ ˚Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ ˚Θεοῦ ὅτι ἤγειρεν τὸν ˚Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
I Co StatResG 15:16  Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ˚Χριστὸς ἐγήγερται·
I Co StatResG 15:17  εἰ δὲ ˚Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
I Co StatResG 15:18  Ἄρα καὶ οἱ κοιμηθέντες ἐν ˚Χριστῷ ἀπώλοντο.
I Co StatResG 15:19  Εἰ ἐν τῇ ζωῇ ταύτῃ, ἐν ˚Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
I Co StatResG 15:20  ¶Νυνὶ δὲ ˚Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
I Co StatResG 15:21  Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν.
I Co StatResG 15:22  Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ, πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ ˚Χριστῷ, πάντες ζῳοποιηθήσονται.
I Co StatResG 15:23  Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι: ἀπαρχὴ ˚Χριστός, ἔπειτα οἱ τοῦ ˚Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,
I Co StatResG 15:24  εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ ˚Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν, καὶ δύναμιν.
I Co StatResG 15:25  Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
I Co StatResG 15:26  Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
I Co StatResG 15:27  “Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.” Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
I Co StatResG 15:28  Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς, ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ ˚Θεὸς πάντα ἐν πᾶσιν.
I Co StatResG 15:29  ¶Ἐπεὶ τί ποιήσουσιν, οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
I Co StatResG 15:30  Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
I Co StatResG 15:31  Καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν.
I Co StatResG 15:32  Εἰ κατὰ ἄνθρωπον, ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; Εἰ νεκροὶ οὐκ ἐγείρονται, “Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.”
I Co StatResG 15:33  Μὴ πλανᾶσθε– φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
I Co StatResG 15:34  Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ ˚Θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
I Co StatResG 15:35  ¶Ἀλλʼ ἐρεῖ τις, “Πῶς ἐγείρονται οἱ νεκροί;” Ποίῳ δὲ σώματι ἔρχονται;
I Co StatResG 15:36  Ἄφρων! Σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.
I Co StatResG 15:37  Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.
I Co StatResG 15:38  Ὁ δὲ ˚Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων, ἴδιον σῶμα.
I Co StatResG 15:39  Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
I Co StatResG 15:40  Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
I Co StatResG 15:41  Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
I Co StatResG 15:42  ¶Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
I Co StatResG 15:43  σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
I Co StatResG 15:44  σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
I Co StatResG 15:45  Οὕτως καὶ γέγραπται, “Ἐγένετο ὁ πρῶτος ἄνθρωπος”, Ἀδὰμ, “εἰς ψυχὴν ζῶσαν”. Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
I Co StatResG 15:46  Ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
I Co StatResG 15:47  Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός, ὁ δεύτερος ἄνθρωπος, ἐξ οὐρανοῦ.
I Co StatResG 15:48  Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.
I Co StatResG 15:49  Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
I Co StatResG 15:50  ¶Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα Βασιλείαν ˚Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ, τὴν ἀφθαρσίαν κληρονομεῖ.
I Co StatResG 15:51  Ἰδοὺ, μυστήριον ὑμῖν λέγω: πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
I Co StatResG 15:52  ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
I Co StatResG 15:53  Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
I Co StatResG 15:54  Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, “Κατεπόθη ὁ θάνατος εἰς νῖκος.”
I Co StatResG 15:55  “Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, θάνατε, τὸ κέντρον;”
I Co StatResG 15:56  Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
I Co StatResG 15:57  Τῷ δὲ ˚Θεῷ χάρις, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
I Co StatResG 15:58  ¶Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ ˚Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν ˚Κυρίῳ.