Site uses cookies to provide basic functionality.

OK
I CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 1
I Co StatResG 1:1  ¶Παῦλος, κλητὸς ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Σωσθένης, ὁ ἀδελφὸς,
I Co StatResG 1:2  τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ, ἡγιασμένοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν:
I Co StatResG 1:3  χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
I Co StatResG 1:4  ¶Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ ˚Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
I Co StatResG 1:5  ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
I Co StatResG 1:6  καθὼς τὸ μαρτύριον τοῦ ˚Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
I Co StatResG 1:7  ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
I Co StatResG 1:8  ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
I Co StatResG 1:9  Πιστὸς ὁ ˚Θεὸς, διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ, τοῦ ˚Κυρίου ἡμῶν.
I Co StatResG 1:10  ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
I Co StatResG 1:11  Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
I Co StatResG 1:12  Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, “Ἐγὼ” μέν “εἰμι Παύλου”, “Ἐγὼ” δὲ “Ἀπολλῶ”, “Ἐγὼ” δὲ “Κηφᾶ”, “Ἐγὼ” δὲ “˚Χριστοῦ”.
I Co StatResG 1:13  Μεμέρισται ὁ ˚Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
I Co StatResG 1:14  Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον,
I Co StatResG 1:15  ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.
I Co StatResG 1:16  Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
I Co StatResG 1:17  Οὐ γὰρ ἀπέστειλέν με ˚Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ ˚Χριστοῦ.
I Co StatResG 1:18  ¶Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις ˚Θεοῦ ἐστιν.
I Co StatResG 1:19  Γέγραπται γάρ, “Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.”
I Co StatResG 1:20  Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ ˚Θεὸς τὴν σοφίαν τοῦ κόσμου;
I Co StatResG 1:21  Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ ˚Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν ˚Θεόν, εὐδόκησεν ὁ ˚Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
I Co StatResG 1:22  Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
I Co StatResG 1:23  ἡμεῖς δὲ κηρύσσομεν ˚Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν,
I Co StatResG 1:24  αὐτοῖς δὲ, τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, ˚Χριστὸν ˚Θεοῦ δύναμιν, καὶ ˚Θεοῦ σοφίαν.
I Co StatResG 1:25  Ὅτι τὸ μωρὸν τοῦ ˚Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ ˚Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων.
I Co StatResG 1:26  ¶Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς.
I Co StatResG 1:27  Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
I Co StatResG 1:28  καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ ˚Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
I Co StatResG 1:29  ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ ˚Θεοῦ.
I Co StatResG 1:30  Ἐξ αὐτοῦ δὲ, ὑμεῖς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ ˚Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις,
I Co StatResG 1:31  ἵνα καθὼς γέγραπται, “Ὁ καυχώμενος, ἐν ˚Κυρίῳ καυχάσθω.”