Site uses cookies to provide basic functionality.

OK
I CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 12
I Co StatResG 12:1  ¶Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
I Co StatResG 12:2  Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.
I Co StatResG 12:3  Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν ˚Πνεύματι ˚Θεοῦ λαλῶν, λέγει, “Ἀνάθεμα ˚Ἰησοῦς”, καὶ οὐδεὶς δύναται εἰπεῖν, “˚Κύριος ˚Ἰησοῦς”, εἰ μὴ ἐν ˚Πνεύματι Ἁγίῳ.
I Co StatResG 12:4  ¶Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ ˚Πνεῦμα.
I Co StatResG 12:5  Καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς ˚Κύριος.
I Co StatResG 12:6  Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς ˚Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
I Co StatResG 12:7  Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ ˚Πνεύματος πρὸς τὸ συμφέρον.
I Co StatResG 12:8  ὯΙ μὲν γὰρ διὰ τοῦ ˚Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ ˚Πνεῦμα,
I Co StatResG 12:9  ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ ˚Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ ˚Πνεύματι,
I Co StatResG 12:10  ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
I Co StatResG 12:11  Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ ˚Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
I Co StatResG 12:12  ¶Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ ˚Χριστός.
I Co StatResG 12:13  Καὶ γὰρ ἐν ἑνὶ ˚Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν ˚Πνεῦμα ἐποτίσθημεν.
I Co StatResG 12:14  ¶Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
I Co StatResG 12:15  Ἐὰν εἴπῃ ὁ πούς, “Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
I Co StatResG 12:16  Καὶ ἐὰν εἴπῃ τὸ οὖς, “Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
I Co StatResG 12:17  Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
I Co StatResG 12:18  Νυνὶ δὲ ὁ ˚Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
I Co StatResG 12:19  Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
I Co StatResG 12:20  Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
I Co StatResG 12:21  Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, “Χρείαν σου οὐκ ἔχω”, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, “Χρείαν ὑμῶν οὐκ ἔχω.”
I Co StatResG 12:22  Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν,
I Co StatResG 12:23  καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει,
I Co StatResG 12:24  τὰ δὲ εὐσχήμονα ἡμῶν, οὐ χρείαν ἔχει. Ἀλλὰ ὁ ˚Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ, περισσοτέραν δοὺς τιμήν,
I Co StatResG 12:25  ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
I Co StatResG 12:26  Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη.
I Co StatResG 12:27  ¶Ὑμεῖς δέ ἐστε σῶμα ˚Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
I Co StatResG 12:28  Καὶ οὓς μὲν ἔθετο ὁ ˚Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
I Co StatResG 12:29  Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;
I Co StatResG 12:30  Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν;
I Co StatResG 12:31  Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν, ὑμῖν δείκνυμι.