I PETER
Chapter 4
I Pe | StatResG | 4:1 | ¶˚Χριστοῦ οὖν παθόντος σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας, | |
I Pe | StatResG | 4:2 | εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ˚Θεοῦ, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. | |
I Pe | StatResG | 4:3 | Ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. | |
I Pe | StatResG | 4:4 | Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· | |
I Pe | StatResG | 4:6 | Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ ˚Θεὸν πνεύματι. | |
I Pe | StatResG | 4:8 | πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· | |
I Pe | StatResG | 4:10 | ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος ˚Θεοῦ. | |
I Pe | StatResG | 4:11 | Εἴ τις λαλεῖ, ὡς λόγια ˚Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ ˚Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ ˚Θεὸς διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! | |
I Pe | StatResG | 4:12 | ¶Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, | |
I Pe | StatResG | 4:13 | ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ ˚Χριστοῦ παθήμασιν, χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. | |
I Pe | StatResG | 4:14 | Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι ˚Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ ˚Θεοῦ ˚Πνεῦμα, ἐφʼ ὑμᾶς ἀναπαύεται. | |
I Pe | StatResG | 4:15 | Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος. | |
I Pe | StatResG | 4:17 | Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ ˚Θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ ˚Θεοῦ εὐαγγελίῳ; | |