Site uses cookies to provide basic functionality.

OK
EPHESIANS
1 2 3 4 5 6
Prev Up Next Toggle notes
Chapter 3
Ephe MorphGNT 3:1  Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
Ephe MorphGNT 3:2  εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς·
Ephe MorphGNT 3:3  ⸀κατὰ ἀποκάλυψιν ⸀ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
Ephe MorphGNT 3:4  πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
Ephe MorphGNT 3:5  ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
Ephe MorphGNT 3:6  εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ⸂ἐν Χριστῷ Ἰησοῦ⸃ διὰ τοῦ εὐαγγελίου,
Ephe MorphGNT 3:7  οὗ ⸀ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ ⸂τῆς δοθείσης⸃ μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ—
Ephe MorphGNT 3:8  ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— ⸀τοῖς ἔθνεσιν εὐαγγελίσασθαι ⸂τὸ ἀνεξιχνίαστον πλοῦτος⸃ τοῦ Χριστοῦ,
Ephe MorphGNT 3:9  καὶ φωτίσαι ⸀πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ⸀κτίσαντι,
Ephe MorphGNT 3:10  ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,
Ephe MorphGNT 3:11  κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ⸀τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
Ephe MorphGNT 3:12  ἐν ᾧ ἔχομεν τὴν παρρησίαν ⸀καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
Ephe MorphGNT 3:13  διὸ αἰτοῦμαι μὴ ⸀ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
Ephe MorphGNT 3:14  Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ⸀πατέρα,
Ephe MorphGNT 3:15  ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
Ephe MorphGNT 3:16  ἵνα ⸀δῷ ὑμῖν κατὰ ⸂τὸ πλοῦτος⸃ τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
Ephe MorphGNT 3:17  κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι,
Ephe MorphGNT 3:18  ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ⸂ὕψος καὶ βάθος⸃,
Ephe MorphGNT 3:19  γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
Ephe MorphGNT 3:20  Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
Ephe MorphGNT 3:21  αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸀καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.