Site uses cookies to provide basic functionality.

OK
II CORINTHIANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Prev Up Next Toggle notes
Chapter 5
II C StatResG 5:1  ¶Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ ˚Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
II C StatResG 5:2  Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.
II C StatResG 5:3  Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.
II C StatResG 5:4  Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν, βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
II C StatResG 5:5  Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ˚Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος.
II C StatResG 5:6  ¶Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ ˚Κυρίου,
II C StatResG 5:7  διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.
II C StatResG 5:8  Θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν ˚Κύριον.
II C StatResG 5:9  Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
II C StatResG 5:10  Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ ˚Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
II C StatResG 5:11  ¶Εἰδότες οὖν τὸν φόβον τοῦ ˚Κυρίου, ἀνθρώπους πείθομεν, ˚Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
II C StatResG 5:12  Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ.
II C StatResG 5:13  Εἴτε γὰρ ἐξέστημεν, ˚Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
II C StatResG 5:14  Ἡ γὰρ ἀγάπη τοῦ ˚Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.
II C StatResG 5:15  Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
II C StatResG 5:16  ¶Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα ˚Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
II C StatResG 5:17  Ὥστε εἴ τις ἐν ˚Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
II C StatResG 5:18  Τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ˚Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
II C StatResG 5:19  ὡς ὅτι ˚Θεὸς ἦν ἐν ˚Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
II C StatResG 5:20  Ὑπὲρ ˚Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ ˚Θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ ˚Χριστοῦ, καταλλάγητε τῷ ˚Θεῷ.
II C StatResG 5:21  Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ˚Θεοῦ ἐν αὐτῷ.