ISAIAH
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
Chapter 21
Isai | LXX | 21:2 | τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετῶν ἀθετεῖ ὁ ἀνομῶν ἀνομεῖ ἐπ’ ἐμοὶ οἱ Αιλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν | |
Isai | LXX | 21:3 | διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκοῦσαι ἐσπούδασα τὸ μὴ βλέπειν | |
Isai | LXX | 21:7 | καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν | |
Isai | LXX | 21:8 | καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἶπεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα | |
Isai | LXX | 21:9 | καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἶπεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν | |
Isai | LXX | 21:10 | ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν | |
Isai | LXX | 21:14 | εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν | |
Isai | LXX | 21:15 | διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ | |
Isai | LXX | 21:16 | ὅτι οὕτως εἶπέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ | |