Site uses cookies to provide basic functionality.

OK
PHILIPPIANS
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 3
Phil StatResG 3:1  ¶Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν ˚Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
Phil StatResG 3:2  ¶Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
Phil StatResG 3:3  Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ ˚Πνεύματι ˚Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν ˚Χριστῷ ˚Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
Phil StatResG 3:4  καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. ¶Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον:
Phil StatResG 3:5  περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
Phil StatResG 3:6  κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Phil StatResG 3:7  Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν ˚Χριστὸν ζημίαν.
Phil StatResG 3:8  Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου μου, διʼ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα, ἵνα ˚Χριστὸν κερδήσω
Phil StatResG 3:9  καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως ˚Χριστοῦ, τὴν ἐκ ˚Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
Phil StatResG 3:10  τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ κοινωνίαν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ,
Phil StatResG 3:11  εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.
Phil StatResG 3:12  ¶Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ, εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ ˚Χριστοῦ ˚Ἰησοῦ.
Phil StatResG 3:13  Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι, ἓν δέ: τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,
Phil StatResG 3:14  κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ ˚Θεοῦ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Phil StatResG 3:15  Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ ˚Θεὸς ὑμῖν ἀποκαλύψει.
Phil StatResG 3:16  Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.
Phil StatResG 3:17  ¶Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.
Phil StatResG 3:18  Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων, λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ ˚Χριστοῦ,
Phil StatResG 3:19  ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ ˚Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
Phil StatResG 3:20  Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, ˚Κύριον ˚Ἰησοῦν ˚Χριστόν,
Phil StatResG 3:21  ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν, καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα.