Site uses cookies to provide basic functionality.

OK
PHILIPPIANS
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 4
Phil StatResG 4:1  Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν ˚Κυρίῳ, ἀγαπητοί.
Phil StatResG 4:2  ¶Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν ˚Κυρίῳ.
Phil StatResG 4:3  Ναὶ, ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
Phil StatResG 4:4  ¶Χαίρετε ἐν ˚Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε!
Phil StatResG 4:5  Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ ˚Κύριος ἐγγύς.
Phil StatResG 4:6  Μηδὲν μεριμνᾶτε, ἀλλʼ ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας, τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν ˚Θεόν.
Phil StatResG 4:7  Καὶ ἡ εἰρήνη τοῦ ˚Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Phil StatResG 4:8  ¶Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
Phil StatResG 4:9  Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ἠκούσατε καὶ εἴδετε, ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ ˚Θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν.
Phil StatResG 4:10  ¶Ἐχάρην δὲ ἐν ˚Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφʼ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
Phil StatResG 4:11  Οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
Phil StatResG 4:12  Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν. Ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.
Phil StatResG 4:13  Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
Phil StatResG 4:14  Πλὴν καλῶς ἐποιήσατε, συγκοινωνήσαντές μου τῇ θλίψει.
Phil StatResG 4:15  ¶Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως, εἰ μὴ ὑμεῖς μόνοι.
Phil StatResG 4:16  Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς, εἰς τὴν χρείαν μοι ἐπέμψατε.
Phil StatResG 4:17  Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
Phil StatResG 4:18  Ἀπέχω δὲ πάντα, καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ ˚Θεῷ.
Phil StatResG 4:19  Ὁ δὲ ˚Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν, κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Phil StatResG 4:20  Τῷ δὲ ˚Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
Phil StatResG 4:21  ¶Ἀσπάσασθε πάντα ἅγιον ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί,
Phil StatResG 4:22  ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
Phil StatResG 4:23  Ἡ χάρις τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν!