Site uses cookies to provide basic functionality.

OK
PHILIPPIANS
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 1
Phil StatResG 1:1  ¶Παῦλος καὶ Τιμόθεος, δοῦλοι ˚Χριστοῦ ˚Ἰησοῦ· πᾶσιν τοῖς ἁγίοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις:
Phil StatResG 1:2  χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
Phil StatResG 1:3  ¶Εὐχαριστῶ τῷ ˚Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
Phil StatResG 1:4  πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
Phil StatResG 1:5  ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
Phil StatResG 1:6  πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρι ἡμέρας ˚Χριστοῦ ˚Ἰησοῦ·
Phil StatResG 1:7  καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
Phil StatResG 1:8  Μάρτυς γάρ μου ὁ ˚Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ˚Χριστοῦ ˚Ἰησοῦ.
Phil StatResG 1:9  Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
Phil StatResG 1:10  εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν ˚Χριστοῦ,
Phil StatResG 1:11  πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον ˚Θεοῦ.
Phil StatResG 1:12  ¶Γινώσκειν δὲ ὑμᾶς, βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
Phil StatResG 1:13  ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν ˚Χριστῷ γενέσθαι, ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
Phil StatResG 1:14  καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν ˚Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ ˚Θεοῦ λαλεῖν.
Phil StatResG 1:15  ¶Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν ˚Χριστὸν κηρύσσουσιν.
Phil StatResG 1:16  Οἱ δὲ ἐξ ἐριθείας τὸν ˚Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
Phil StatResG 1:17  Οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
Phil StatResG 1:18  τί γάρ; Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, ˚Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.
Phil StatResG 1:19  Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ ˚Πνεύματος ˚Ἰησοῦ ˚Χριστοῦ,
Phil StatResG 1:20  κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε καὶ νῦν, μεγαλυνθήσεται ˚Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
Phil StatResG 1:21  Ἐμοὶ γὰρ τὸ ζῆν ˚Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.
Phil StatResG 1:22  Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
Phil StatResG 1:23  Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν ˚Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον,
Phil StatResG 1:24  τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον διʼ ὑμᾶς.
Phil StatResG 1:25  Καὶ τοῦτο πεποιθὼς, οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
Phil StatResG 1:26  ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν ˚Χριστῷ ˚Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Phil StatResG 1:27  ¶Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ ˚Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
Phil StatResG 1:28  καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ ˚Θεοῦ,
Phil StatResG 1:29  ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ ˚Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
Phil StatResG 1:30  τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.