Site uses cookies to provide basic functionality.

OK
PSALMS
Prev Up Next Toggle notes
Chapter 84
Psal LXX 84:1  εἰς τὸ τέλος τοῖς υἱοῖς Κορε ψαλμός
Psal LXX 84:2  εὐδόκησας κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ
Psal LXX 84:3  ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα
Psal LXX 84:4  κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
Psal LXX 84:5  ἐπίστρεψον ἡμᾶς ὁ θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν
Psal LXX 84:6  μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
Psal LXX 84:7  ὁ θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί
Psal LXX 84:8  δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν
Psal LXX 84:9  ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
Psal LXX 84:10  πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
Psal LXX 84:11  ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
Psal LXX 84:12  ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν
Psal LXX 84:13  καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
Psal LXX 84:14  δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ