ROMANS
Chapter 13
Roma | StatResG | 13:1 | ¶Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ ὑπὸ ˚Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ ˚Θεοῦ τεταγμέναι εἰσίν. | |
Roma | StatResG | 13:2 | Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ ˚Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήμψονται. | |
Roma | StatResG | 13:3 | Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. | |
Roma | StatResG | 13:4 | ˚Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· ˚Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. | |
Roma | StatResG | 13:6 | Διὰ τοῦτο γὰρ, καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ ˚Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. | |
Roma | StatResG | 13:7 | Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς: τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος, τῷ τὸν φόβον, τὸν φόβον, τῷ τὴν τιμὴν, τὴν τιμήν. | |
Roma | StatResG | 13:8 | ¶Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκεν. | |
Roma | StatResG | 13:9 | Τὸ γάρ, “Οὐ μοιχεύσεις”, “Οὐ φονεύσεις”, “Οὐ κλέψεις”, “οὐκ ἐπιθυμήσεις”, καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ, ἀνακεφαλαιοῦται, ἐν τῷ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.” | |
Roma | StatResG | 13:11 | ¶Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. | |
Roma | StatResG | 13:12 | Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. | |
Roma | StatResG | 13:13 | Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. | |