Site uses cookies to provide basic functionality.

OK
ROMANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 10
Roma StatResG 10:1  ¶Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν ˚Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
Roma StatResG 10:2  Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον ˚Θεοῦ ἔχουσιν, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν.
Roma StatResG 10:3  Ἀγνοοῦντες γὰρ τὴν τοῦ ˚Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ ˚Θεοῦ οὐχ ὑπετάγησαν.
Roma StatResG 10:4  Τέλος γὰρ νόμου ˚Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Roma StatResG 10:5  ¶Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου, ὅτι “Ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτῇ.”
Roma StatResG 10:6  Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, “Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‘Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;’” (Τοῦτʼ ἔστιν ˚Χριστὸν καταγαγεῖν),
Roma StatResG 10:7  ἤ, “‘Τίς καταβήσεται εἰς τὴν Ἄβυσσον;’” (Τοῦτʼ ἔστιν ˚Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν).
Roma StatResG 10:8  Ἀλλὰ τί λέγει; “Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου”, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
Roma StatResG 10:9  Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, “˚Κύριον ˚Ἰησοῦν”, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ ˚Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
Roma StatResG 10:10  Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Roma StatResG 10:11  Λέγει γὰρ ἡ Γραφή, “Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.”
Roma StatResG 10:12  Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς ˚Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
Roma StatResG 10:13  “Πᾶς” γὰρ “ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα ˚Κυρίου, σωθήσεται.”
Roma StatResG 10:14  ¶Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
Roma StatResG 10:15  Πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται, “Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!”
Roma StatResG 10:16  Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, “˚Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;”
Roma StatResG 10:17  Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ˚Χριστοῦ.
Roma StatResG 10:18  ¶Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, “Εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.”
Roma StatResG 10:19  Ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; Πρῶτος Μωϋσῆς λέγει, “Ἐγὼ παραζηλώσω ὑμᾶς, ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ, παροργιῶ ὑμᾶς.”
Roma StatResG 10:20  Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, “Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.”
Roma StatResG 10:21  Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, “Ὅλην τὴν ἡμέραν, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”