ROMANS
Chapter 2
Roma | StatResG | 2:1 | ¶Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων, ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. | |
Roma | StatResG | 2:2 | Οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ ˚Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. | |
Roma | StatResG | 2:3 | Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ ˚Θεοῦ; | |
Roma | StatResG | 2:4 | Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ ˚Θεοῦ, εἰς μετάνοιάν σε ἄγει; | |
Roma | StatResG | 2:5 | Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ ˚Θεοῦ, | |
Roma | StatResG | 2:7 | τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον· | |
Roma | StatResG | 2:8 | τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός. | |
Roma | StatResG | 2:9 | Θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· | |
Roma | StatResG | 2:10 | δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη, παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. | |
Roma | StatResG | 2:12 | ¶Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· | |
Roma | StatResG | 2:13 | οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ ˚Θεῷ, ἀλλʼ οἱ ποιηταὶ νόμου δικαιωθήσονται. | |
Roma | StatResG | 2:14 | Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος· | |
Roma | StatResG | 2:15 | οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου, γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων, τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, | |
Roma | StatResG | 2:16 | ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ ˚Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ ˚Χριστοῦ ˚Ἰησοῦ. | |
Roma | StatResG | 2:18 | καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, | |
Roma | StatResG | 2:20 | παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ– | |
Roma | StatResG | 2:25 | ¶Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου, ἀκροβυστία γέγονεν. | |
Roma | StatResG | 2:26 | Ἐὰν οὖν ἡ ἀκροβυστία, τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; | |
Roma | StatResG | 2:27 | Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. | |