ROMANS
Chapter 16
Roma | StatResG | 16:1 | ¶Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, | |
Roma | StatResG | 16:2 | ἵνα προσδέξησθε αὐτὴν ἐν ˚Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. | |
Roma | StatResG | 16:4 | οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, | |
Roma | StatResG | 16:5 | καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον, τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς ˚Χριστόν. | |
Roma | StatResG | 16:7 | Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν, τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν ˚Χριστῷ. | |
Roma | StatResG | 16:11 | Ἀσπάσασθε Ἡρῳδίωνα, τὸν συγγενῆν μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν ˚Κυρίῳ. | |
Roma | StatResG | 16:12 | Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, τὰς κοπιώσας ἐν ˚Κυρίῳ. Ἀσπάσασθε Περσίδα, τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν ˚Κυρίῳ. | |
Roma | StatResG | 16:14 | Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. | |
Roma | StatResG | 16:15 | Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. | |
Roma | StatResG | 16:16 | Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ ˚Χριστοῦ. | |
Roma | StatResG | 16:17 | ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν. | |
Roma | StatResG | 16:18 | Οἱ γὰρ τοιοῦτοι τῷ ˚Κυρίῳ ἡμῶν ˚Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας, ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. | |
Roma | StatResG | 16:19 | Ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. Ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. | |
Roma | StatResG | 16:20 | Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ μεθʼ ὑμῶν. | |
Roma | StatResG | 16:21 | ¶Ἀσπάζεται ὑμᾶς Τιμόθεος, ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου. | |
Roma | StatResG | 16:23 | Ἀσπάζεται ὑμᾶς Γάϊος, ὁ ξένος μου, καὶ ὅλης τῆς ἐκκλησίας. Ἀσπάζεται ὑμᾶς Ἔραστος, ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. | |
Roma | StatResG | 16:25 | ¶Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα ˚Ἰησοῦ ˚Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, | |
Roma | StatResG | 16:26 | φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατʼ ἐπιταγὴν τοῦ αἰωνίου ˚Θεοῦ εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. | |