ROMANS
Chapter 3
Roma | StatResG | 3:4 | Μὴ γένοιτο! Γινέσθω δὲ ὁ ˚Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθάπερ γέγραπται, “Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.” | |
Roma | StatResG | 3:5 | Εἰ δὲ ἡ ἀδικία ἡμῶν, ˚Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ ˚Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; (Κατὰ ἄνθρωπον λέγω.) | |
Roma | StatResG | 3:7 | Εἰ δὲ ἡ ἀλήθεια τοῦ ˚Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; | |
Roma | StatResG | 3:8 | Καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν, ὅτι “Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά;” Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. | |
Roma | StatResG | 3:9 | ¶Τί οὖν; Προεχόμεθα; Οὐ πάντως, προῃτιασάμεθα γὰρ, Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφʼ ἁμαρτίαν εἶναι. | |
Roma | StatResG | 3:12 | Πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.” | |
Roma | StatResG | 3:13 | “Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν”, “Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν”, | |
Roma | StatResG | 3:19 | ¶Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ ˚Θεῷ. | |
Roma | StatResG | 3:20 | Διότι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. | |
Roma | StatResG | 3:21 | ¶Νυνὶ δὲ χωρὶς νόμου, δικαιοσύνη ˚Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, | |
Roma | StatResG | 3:22 | δικαιοσύνη δὲ ˚Θεοῦ διὰ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή. | |
Roma | StatResG | 3:25 | ὃν προέθετο ὁ ˚Θεὸς ἱλαστήριον, διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων | |
Roma | StatResG | 3:26 | ἐν τῇ ἀνοχῇ τοῦ ˚Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ˚Ἰησοῦ. | |
Roma | StatResG | 3:27 | ¶Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. | |
Roma | StatResG | 3:30 | εἴπερ εἷς ὁ ˚Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. | |