Site uses cookies to provide basic functionality.

OK
ROMANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 15
Roma StatResG 15:1  ¶Ὀφείλομεν δὲ ἡμεῖς, οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
Roma StatResG 15:2  Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
Roma StatResG 15:3  Καὶ γὰρ ὁ ˚Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, “Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, ἐπέπεσαν ἐπʼ ἐμέ.”
Roma StatResG 15:4  Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.
Roma StatResG 15:5  Ὁ δὲ ˚Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ˚Χριστὸν ˚Ἰησοῦν,
Roma StatResG 15:6  ἵνα ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι, δοξάζητε τὸν ˚Θεὸν καὶ Πατέρα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
Roma StatResG 15:7  ¶Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ ˚Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ ˚Θεοῦ.
Roma StatResG 15:8  Λέγω γὰρ ˚Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας ˚Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
Roma StatResG 15:9  τὰ δὲ ἔθνη, ὑπὲρ ἐλέους δοξάσαι τὸν ˚Θεόν, καθὼς γέγραπται, “Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνόματί σου ψαλῶ.”
Roma StatResG 15:10  Καὶ πάλιν λέγει, “Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.”
Roma StatResG 15:11  Καὶ πάλιν, “Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν ˚Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.”
Roma StatResG 15:12  Καὶ πάλιν Ἠσαΐας λέγει, “Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
Roma StatResG 15:13  Ὁ δὲ ˚Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει ˚Πνεύματος Ἁγίου.
Roma StatResG 15:14  ¶Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
Roma StatResG 15:15  Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ ˚Θεοῦ,
Roma StatResG 15:16  εἰς τὸ εἶναί με λειτουργὸν ˚Χριστοῦ ˚Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν ˚Πνεύματι Ἁγίῳ.
Roma StatResG 15:17  Ἔχω οὖν τὴν καύχησιν ἐν ˚Χριστῷ ˚Ἰησοῦ τὰ πρὸς τὸν ˚Θεόν.
Roma StatResG 15:18  Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο ˚Χριστὸς διʼ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
Roma StatResG 15:19  ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει ˚Πνεύματος ˚Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ,
Roma StatResG 15:20  οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη ˚Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
Roma StatResG 15:21  ἀλλὰ καθὼς γέγραπται, “Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.”
Roma StatResG 15:22  ¶Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
Roma StatResG 15:23  Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
Roma StatResG 15:24  ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
Roma StatResG 15:25  Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
Roma StatResG 15:26  εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
Roma StatResG 15:27  Εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
Roma StatResG 15:28  Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν εἰς Σπανίαν.
Roma StatResG 15:29  Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας ˚Χριστοῦ, ἐλεύσομαι.
Roma StatResG 15:30  ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ ˚Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν ˚Θεόν,
Roma StatResG 15:31  ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
Roma StatResG 15:32  ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος ˚Θεοῦ, συναναπαύσωμαι ὑμῖν.
Roma StatResG 15:33  Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν!