ROMANS
Chapter 14
Roma | StatResG | 14:3 | Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ ˚Θεὸς γὰρ αὐτὸν προσελάβετο. | |
Roma | StatResG | 14:4 | Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ ˚Κύριος στῆσαι αὐτόν. | |
Roma | StatResG | 14:5 | ¶Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω. | |
Roma | StatResG | 14:6 | Ὁ φρονῶν τὴν ἡμέραν, ˚Κυρίῳ φρονεῖ. Καὶ ὁ ἐσθίων, ˚Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ ˚Θεῷ· καὶ ὁ μὴ ἐσθίων, ˚Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ ˚Θεῷ. | |
Roma | StatResG | 14:8 | Ἐάν τε γὰρ ζῶμεν, τῷ ˚Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ ˚Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ ˚Κυρίου ἐσμέν. | |
Roma | StatResG | 14:10 | ¶Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ˚Θεοῦ. | |
Roma | StatResG | 14:11 | Γέγραπται γάρ, “Ζῶ ἐγώ, λέγει ˚Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ˚Θεῷ.” | |
Roma | StatResG | 14:13 | ¶Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. | |
Roma | StatResG | 14:14 | Οἶδα καὶ πέπεισμαι ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. | |
Roma | StatResG | 14:15 | Εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ˚Χριστὸς ἀπέθανεν. | |
Roma | StatResG | 14:17 | Οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν ˚Πνεύματι Ἁγίῳ. | |
Roma | StatResG | 14:18 | Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ ˚Χριστῷ, εὐάρεστος τῷ ˚Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. | |
Roma | StatResG | 14:20 | Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ ˚Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. | |
Roma | StatResG | 14:21 | Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. | |
Roma | StatResG | 14:22 | Σὺ πίστιν ἣν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ˚Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. | |