ROMANS
Chapter 5
Roma | StatResG | 5:1 | ¶Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν ˚Θεὸν, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, | |
Roma | StatResG | 5:2 | διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ ˚Θεοῦ. | |
Roma | StatResG | 5:3 | Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, | |
Roma | StatResG | 5:5 | Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ ˚Πνεύματος Ἁγίου, τοῦ δοθέντος ἡμῖν. | |
Roma | StatResG | 5:7 | Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. | |
Roma | StatResG | 5:8 | Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ ˚Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, ˚Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. | |
Roma | StatResG | 5:9 | Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. | |
Roma | StatResG | 5:10 | Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ ˚Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. | |
Roma | StatResG | 5:11 | Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ ˚Θεῷ, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. | |
Roma | StatResG | 5:12 | ¶Διὰ τοῦτο, ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφʼ ᾧ πάντες ἥμαρτον– | |
Roma | StatResG | 5:14 | Ἀλλʼ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος. | |
Roma | StatResG | 5:15 | ¶Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ ˚Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. | |
Roma | StatResG | 5:16 | Καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα. | |
Roma | StatResG | 5:17 | Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσιν, διὰ τοῦ ἑνὸς, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
Roma | StatResG | 5:18 | ¶Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. | |
Roma | StatResG | 5:19 | Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί. | |
Roma | StatResG | 5:20 | Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, | |