ROMANS
Chapter 11
Roma | StatResG | 11:1 | ¶Λέγω οὖν, μὴ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο! Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. | |
Roma | StatResG | 11:2 | Οὐκ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ ˚Θεῷ κατὰ τοῦ Ἰσραήλ; | |
Roma | StatResG | 11:3 | “˚Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.” | |
Roma | StatResG | 11:4 | Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; “Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.” | |
Roma | StatResG | 11:7 | Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, | |
Roma | StatResG | 11:8 | καθὼς γέγραπται, “Ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς πνεῦμα κατανύξεως”, “Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.” | |
Roma | StatResG | 11:9 | Καὶ Δαυὶδ λέγει, “Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς. | |
Roma | StatResG | 11:10 | Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.” | |
Roma | StatResG | 11:11 | ¶Λέγω οὖν μὴ ἔπταισαν, ἵνα πέσωσιν; Μὴ γένοιτο! Ἀλλὰ τῷ αὐτῶν παραπτώματι, ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. | |
Roma | StatResG | 11:12 | Εἰ δὲ τὸ παράπτωμα αὐτῶν, πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν, πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; | |
Roma | StatResG | 11:13 | ¶Ὑμῖν δὲ λέγω, τοῖς ἔθνεσιν. Ἐφʼ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, | |
Roma | StatResG | 11:17 | ¶Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, | |
Roma | StatResG | 11:18 | μὴ κατακαυχῶ τῶν κλάδων. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλʼ ἡ ῥίζα σέ. | |
Roma | StatResG | 11:20 | Καλῶς, τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. | |
Roma | StatResG | 11:22 | Ἴδε οὖν, χρηστότητα καὶ ἀποτομίαν ˚Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία, ἐπὶ δὲ σὲ, χρηστότης ˚Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. | |
Roma | StatResG | 11:23 | Κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ ˚Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. | |
Roma | StatResG | 11:24 | Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; | |
Roma | StatResG | 11:25 | ¶Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, | |
Roma | StatResG | 11:26 | καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται, “Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. | |
Roma | StatResG | 11:28 | Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. | |
Roma | StatResG | 11:33 | ¶Ὦ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως ˚Θεοῦ! Ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! | |