Site uses cookies to provide basic functionality.

OK
ROMANS
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 8
Roma StatResG 8:1  ¶Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
Roma StatResG 8:2  ὁ γὰρ νόμος τοῦ ˚Πνεύματος τῆς ζωῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
Roma StatResG 8:3  Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ ˚Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
Roma StatResG 8:4  ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ ˚Πνεῦμα.
Roma StatResG 8:5  Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ ˚Πνεῦμα, τὰ τοῦ ˚Πνεύματος.
Roma StatResG 8:6  Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ ˚Πνεύματος ζωὴ καὶ εἰρήνη.
Roma StatResG 8:7  Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς ˚Θεόν, τῷ γὰρ νόμῳ τοῦ ˚Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται.
Roma StatResG 8:8  Οἱ δὲ ἐν σαρκὶ ὄντες, ˚Θεῷ ἀρέσαι οὐ δύνανται.
Roma StatResG 8:9  ¶Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλʼ ἐν ˚Πνεύματι, εἴπερ ˚Πνεῦμα ˚Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις ˚Πνεῦμα ˚Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
Roma StatResG 8:10  Εἰ δὲ ˚Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ ˚Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
Roma StatResG 8:11  Εἰ δὲ τὸ ˚Πνεῦμα τοῦ ἐγείραντος τὸν ˚Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν ˚Χριστὸν ˚Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ ˚Πνεύματος ἐν ὑμῖν.
Roma StatResG 8:12  ¶Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν.
Roma StatResG 8:13  Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν, εἰ δὲ ˚Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
Roma StatResG 8:14  Ὅσοι γὰρ ˚Πνεύματι ˚Θεοῦ ἄγονται, οὗτοι υἱοὶ ˚Θεοῦ εἰσιν.
Roma StatResG 8:15  Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε ˚Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, “Ἀββά, ὁ Πατήρ!”
Roma StatResG 8:16  Αὐτὸ τὸ ˚Πνεῦμα συμμαρτυρεῖ τῷ ˚Πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα ˚Θεοῦ.
Roma StatResG 8:17  Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν ˚Θεοῦ, συγκληρονόμοι δὲ ˚Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
Roma StatResG 8:18  ¶Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
Roma StatResG 8:19  Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ ˚Θεοῦ ἀπεκδέχεται.
Roma StatResG 8:20  Τῇ γὰρ ματαιότητι, ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφʼ ἑλπίδι
Roma StatResG 8:21  ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ ˚Θεοῦ.
Roma StatResG 8:22  Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
Roma StatResG 8:23  Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ, τὴν ἀπαρχὴν τοῦ ˚Πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
Roma StatResG 8:24  Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς, ὃ γὰρ βλέπει τις, ἐλπίζει;
Roma StatResG 8:25  Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα.
Roma StatResG 8:26  ¶Ὡσαύτως δὲ καὶ τὸ ˚Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ ˚Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.
Roma StatResG 8:27  Ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ ˚Πνεύματος, ὅτι κατὰ ˚Θεὸν, ἐντυγχάνει ὑπὲρ ἁγίων.
Roma StatResG 8:28  ¶Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν ˚Θεὸν, πάντα συνεργεῖ ὁ ˚Θεὸς εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
Roma StatResG 8:29  Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
Roma StatResG 8:30  Οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
Roma StatResG 8:31  ¶Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ ˚Θεὸς ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν;
Roma StatResG 8:32  Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται;
Roma StatResG 8:33  Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν ˚Θεοῦ; ˚Θεὸς ὁ δικαιῶν.
Roma StatResG 8:34  Τίς ὁ κατακρίνων; ˚Χριστὸς ˚Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ ˚Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
Roma StatResG 8:35  Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ˚Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;
Roma StatResG 8:36  Καθὼς γέγραπται, ὅτι “Ἕνεκεν σοῦ, θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.”
Roma StatResG 8:37  Ἀλλʼ ἐν τούτοις πᾶσιν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Roma StatResG 8:38  Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις,
Roma StatResG 8:39  οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ ˚Θεοῦ, τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν.