Site uses cookies to provide basic functionality.

OK
WISDOM
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19
Prev Up Next Toggle notes
Chapter 4
Wisd LXX 4:1  κρείσσων ἀτεκνία μετὰ ἀρετῆς ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις
Wisd LXX 4:2  παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα
Wisd LXX 4:3  πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει
Wisd LXX 4:4  κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται
Wisd LXX 4:5  περικλασθήσονται κλῶνες ἀτέλεστοι καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος
Wisd LXX 4:6  ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν
Wisd LXX 4:7  δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται
Wisd LXX 4:8  γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται
Wisd LXX 4:9  πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος
Wisd LXX 4:10  εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη
Wisd LXX 4:11  ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ
Wisd LXX 4:12  βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον
Wisd LXX 4:13  τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς
Wisd LXX 4:14  ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο
Wisd LXX 4:15  ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ
Wisd LXX 4:16  κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου
Wisd LXX 4:17  ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος
Wisd LXX 4:18  ὄψονται καὶ ἐξουθενήσουσιν αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται
Wisd LXX 4:19  καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δῑ αἰῶνος ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται
Wisd LXX 4:20  ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν