Site uses cookies to provide basic functionality.

OK
TOBIT
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next
Chapter 11
Tobi LXX 11:1  καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευη καὶ εἶπεν Ραφαηλ πρὸς Τωβιαν καὶ ὡς ἤγγισαν εἰς Κασεριν ἥ ἐστιν κατέναντι Νινευη εἶπεν Ραφαηλ
Tobi LXX 11:2  οὐ γινώσκεις ἄδελφε πῶς ἀφῆκας τὸν πατέρα σου σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου
Tobi LXX 11:3  προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ᾧ ἔρχονται
Tobi LXX 11:4  λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ λαβὲ μετὰ χεῖρας τὴν χολήν καὶ συνῆλθεν αὐτοῖς ὁ κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβια
Tobi LXX 11:5  καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς
Tobi LXX 11:6  καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ
Tobi LXX 11:7  καὶ Ραφαηλ εἶπεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου καὶ Ραφαηλ εἶπεν Τωβια πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται
Tobi LXX 11:8  σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σε ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς
Tobi LXX 11:9  καὶ προσδραμοῦσα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι καὶ ἀνέδραμεν Αννα καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σε παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσεν
Tobi LXX 11:10  καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς
Tobi LXX 11:11  καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων θάρσει πάτερ καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν θάρσει πάτερ καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ’ αὐτὸν καὶ ἐπέδωκεν
Tobi LXX 11:12  ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ
Tobi LXX 11:13  καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ εἶδόν σε τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου
Tobi LXX 11:14  εὐλογητὸς εἶ ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου καὶ εἶπεν εὐλογητὸς ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας ὅτι αὐτὸς ἐμαστίγωσέν με καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου
Tobi LXX 11:15  καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη
Tobi LXX 11:16  καὶ ἐξῆλθεν Τωβιτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τῇ πύλῃ Νινευη καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός καὶ ἐξῆλθεν Τωβιθ εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ
Tobi LXX 11:17  καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τῇ νύμφῃ αὐτοῦ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς ὁ θεός ὃς ἤγαγέν σε πρὸς ἡμᾶς καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ εἰσέλθοις ὑγιαίνουσα θύγατερ καὶ εὐλογητὸς ὁ θεός σου ὃς ἤγαγέν σε πρὸς ἡμᾶς θύγατερ καὶ εὐλογημένος ὁ πατήρ σου καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου καὶ εὐλογημένη σύ θύγατερ εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ εἴσελθε θύγατερ
Tobi LXX 11:18  καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευη ἀδελφοῖς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν Νινευη
Tobi LXX 11:19  καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτοῦ καὶ ἤχθη ὁ γάμος Τωβια μετ’ εὐφροσύνης ἑπτὰ ἡμέρας καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν