Site uses cookies to provide basic functionality.

OK
TOBIT
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next Toggle notes
Chapter 5
Tobi LXX 5:1  καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ
Tobi LXX 5:2  ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ’ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ
Tobi LXX 5:3  καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ’ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ καὶ νῦν παιδίον ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σοῦ καὶ δώσομεν αὐτῷ μισθόν ἕως ὅτου ἔλθῃς καὶ λαβὲ παρ’ αὐτοῦ τὸ ἀργύριον τοῦτο
Tobi LXX 5:4  καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ’ αὐτοῦ εἰς Μηδίαν ὃς ἐμπειρεῖ τῆς ὁδοῦ καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν
Tobi LXX 5:5  καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων καὶ εἶπεν αὐτῷ πόθεν εἶ νεανίσκε καὶ εἶπεν αὐτῷ ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι καὶ εἶπεν αὐτῷ ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν
Tobi LXX 5:6  καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει
Tobi LXX 5:7  καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου καὶ εἶπεν αὐτῷ μεῖνόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ καὶ δώσω σοι τὸν μισθόν σου
Tobi LXX 5:8  καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγὼ προσκαρτερῶ μόνον μὴ χρονίσῃς
Tobi LXX 5:9  καὶ εἰσελθὼν εἶπεν τῷ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι ὁ δὲ εἶπεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ καὶ εἶπεν αὐτῷ κάλεσόν μοι τὸν ἄνθρωπον ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ παιδίον
Tobi LXX 5:10  καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ νεανίσκε ὁ πατὴρ καλεῖ σε καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος καὶ εἶπεν αὐτῷ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ ἀλλ’ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἶπεν αὐτῷ θάρσει ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε θάρσει καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἶπεν αὐτῷ δυνήσομαι πορευθῆναι μετ’ αὐτοῦ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω
Tobi LXX 5:11  καὶ εἶπεν αὐτῷ Τωβιτ ἄδελφε ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ὑπόδειξόν μοι καὶ εἶπεν αὐτῷ ἄδελφε ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς ὑπόδειξόν μοι ἄδελφε
Tobi LXX 5:12  καὶ εἶπεν αὐτῷ φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου καὶ εἶπεν αὐτῷ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα καὶ εἶπεν τί χρείαν ἔχεις φυλῆς καὶ εἶπεν αὐτῷ βούλομαι γνῶναι τὰ κατ’ ἀλήθειαν τίνος εἶ ἄδελφε καὶ τί τὸ ὄνομά σου
Tobi LXX 5:13  ὁ δὲ εἶπεν ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου καὶ εἶπεν αὐτῷ ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
Tobi LXX 5:14  καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν ἐκ ῥίζης καλῆς εἶ ἄδελφε καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος ἄδελφε καὶ μή μοι πικρανθῇς ἄδελφε ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου τοῦ μεγάλου καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ’ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί ἐκ ῥίζης ἀγαθῆς εἶ σύ καὶ χαίρων ἔλθοις
Tobi LXX 5:15  ἀλλ’ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου καὶ εἶπεν αὐτῷ ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου
Tobi LXX 5:16  καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ
Tobi LXX 5:17  καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ’ αὐτῶν καὶ εἶπεν αὐτῷ ὅτι πορεύσομαι μετ’ αὐτοῦ καὶ μὴ φοβηθῇς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ἡ ὁδὸς ἀσφαλής καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας παιδίον καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ εἶπεν αὐτῷ Τωβιθ πορεύου ὑγιαίνων
Tobi LXX 5:18  ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν
Tobi LXX 5:19  ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
Tobi LXX 5:20  ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν
Tobi LXX 5:21  καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν καὶ εἶπεν αὐτῇ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων
Tobi LXX 5:22  ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων μὴ λόγον ἔχε μὴ φοβοῦ περὶ αὐτῶν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
Tobi LXX 5:23  καὶ ἐπαύσατο κλαίουσα καὶ ἐσίγησεν κλαίουσα