Site uses cookies to provide basic functionality.

OK
TOBIT
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next Toggle notes
Chapter 6
Tobi LXX 6:1  οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ’ αὐτοῦ καὶ ὁ κύων ἐξῆλθεν μετ’ αὐτοῦ καὶ ἐπορεύθη μετ’ αὐτῶν καὶ ἐπορεύθησαν ἀμφότεροι καὶ ἔτυχεν αὐτοῖς νὺξ μία καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ
Tobi LXX 6:2  τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου καὶ ἔκραξεν
Tobi LXX 6:3  ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβοῦ τοῦ ἰχθύος καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν
Tobi LXX 6:4  καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ καὶ τὰ ἔγκατα ἔκβαλε ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ
Tobi LXX 6:5  καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον
Tobi LXX 6:6  καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν Ἐκβατάνοις καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς ἕως ἤγγισαν εἰς Μηδίαν
Tobi LXX 6:7  καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Αζαρια ἄδελφε τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ
Tobi LXX 6:8  καὶ εἶπεν αὐτῷ ἡ καρδία καὶ τὸ ἧπαρ ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ καὶ εἶπεν αὐτῷ ἡ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός ᾧ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηροῦ καὶ φεύξεται ἀπ’ αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ’ αὐτοῦ εἰς τὸν αἰῶνα
Tobi LXX 6:9  ἡ δὲ χολή ἐγχρῖσαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς καὶ ἰαθήσεται καὶ ἡ χολή ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς οὗ λευκώματα ἀνέβησαν ἐπ’ αὐτῶν ἐμφυσῆσαι ἐπ’ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων καὶ ὑγιαίνουσιν
Tobi LXX 6:10  ὡς δὲ προσήγγισαν τῇ Ραγη καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα
Tobi LXX 6:11  εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ ἄδελφε σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ καὶ αὐτὸς συγγενής σού ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα λέγει Ραφαηλ τῷ παιδαρίῳ Τωβια ἄδελφε καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ καὶ εἶπεν αὐτῷ ἐν τοῖς Ραγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ ᾗ ὄνομα Σαρρα
Tobi LXX 6:12  λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σαρρας μόνης καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν καὶ ὁ πατὴρ αὐτῆς καλός
Tobi LXX 6:13  καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥάγων ποιήσομεν τὸν γάμον διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλέσει θάνατον ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον καὶ εἶπεν δεδικαίωταί σοι λαβεῖν αὐτήν καὶ ἄκουσόν μου ἄδελφε καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων ποιήσομεν τὸν γάμον αὐτῆς καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ’ ἡμῶν εἰς τὸν οἶκόν σου
Tobi LXX 6:14  τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας τότε ἀποκριθεὶς Τωβιας εἶπεν τῷ Ραφαηλ Αζαρια ἄδελφε ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ ἀπέθνῃσκον καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς
Tobi LXX 6:15  καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι ὅτι δαιμόνιον φιλεῖ αὐτήν ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ὃς θάψει αὐτούς καὶ νῦν φοβοῦμαι ἐγώ ὅτι αὐτὴν οὐκ ἀδικεῖ ἀλλ’ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς ἀποκτέννει αὐτόν μονογενής εἰμι τῷ πατρί μου μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ἵνα θάψῃ αὐτούς
Tobi LXX 6:16  εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος οὐ μέμνησαι τῶν λόγων ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου καὶ νῦν ἄκουσόν μου ἄδελφε διότι σοὶ ἔσται εἰς γυναῖκα καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα καὶ λέγει αὐτῷ οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου ὅτι ἐνετείλατό σοι λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λαβέ καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή
Tobi LXX 6:17  καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα λαβὲ ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἡ ὀσμὴ πορεύσεται καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα
Tobi LXX 6:18  ὅταν δὲ προσπορεύῃ αὐτῇ ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει μὴ φοβοῦ ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος καὶ σὺ αὐτὴν σώσεις καὶ πορεύσεται μετὰ σοῦ καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία καὶ ὅταν μέλλῃς γίνεσθαι μετ’ αὐτῆς ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ’ ὑμᾶς καὶ μὴ φοβοῦ σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος καὶ σὺ αὐτὴν σώσεις καὶ μετὰ σοῦ πορεύσεται καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί μὴ λόγον ἔχε
Tobi LXX 6:19  καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα ἐφίλησεν αὐτήν καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα καὶ ὅτε ἤκουσεν Τωβιας τῶν λόγων Ραφαηλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ λίαν ἠγάπησεν αὐτήν καὶ ἡ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν