Site uses cookies to provide basic functionality.

OK
TOBIT
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14
Prev Up Next
Chapter 8
Tobi LXX 8:1  ὅτε δὲ συνετέλεσαν δειπνοῦντες εἰσήγαγον Τωβιαν πρὸς αὐτήν καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν ἠθέλησαν κοιμηθῆναι καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον
Tobi LXX 8:2  ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου οὗ εἶχεν καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος
Tobi LXX 8:3  ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα
Tobi LXX 8:4  ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν ἀνάστηθι ἀδελφή καὶ προσευξώμεθα ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ ἀδελφή ἀνάστηθι προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν ὅπως ποιήσῃ ἐφ’ ἡμᾶς ἔλεος καὶ σωτηρίαν
Tobi LXX 8:5  καὶ ἤρξατο Τωβιας λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου καὶ ἀνέστη καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία καὶ ἤρξατο λέγειν εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας
Tobi LXX 8:6  σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἶπας οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων καὶ σὺ εἶπας ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ
Tobi LXX 8:7  καὶ νῦν κύριε οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ’ ἐπ’ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ’ ἐπ’ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς
Tobi LXX 8:8  καὶ εἶπεν μετ’ αὐτοῦ αμην καὶ εἶπαν μεθ’ ἑαυτῶν αμην αμην
Tobi LXX 8:9  καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα καὶ ἐκοιμήθησαν τὴν νύκτα
Tobi LXX 8:10  καὶ ἀναστὰς Ραγουηλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων μὴ καὶ οὗτος ἀποθάνῃ καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ’ ἑαυτοῦ καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον εἶπεν γάρ μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός
Tobi LXX 8:11  καὶ ἦλθεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτοῦ καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ
Tobi LXX 8:12  καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ ἰδέτωσαν εἰ ζῇ εἰ δὲ μή ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ καὶ εἶπεν ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ καὶ εἰ τέθνηκεν ὅπως ἂν θάψωμεν αὐτόν ὅπως μηδεὶς γνῷ
Tobi LXX 8:13  καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς
Tobi LXX 8:14  καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν
Tobi LXX 8:15  καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων εὐλογητὸς εἶ σύ ὁ θεός ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν εὐλογητὸς εἶ θεέ ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας
Tobi LXX 8:16  εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶν καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶν
Tobi LXX 8:17  εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ’ εὐφροσύνης καὶ ἐλέου
Tobi LXX 8:18  ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι
Tobi LXX 8:19  καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς καὶ ἤρξαντο παρασκευάζειν
Tobi LXX 8:20  καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν ἀλλ’ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ’ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην
Tobi LXX 8:21  καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα καὶ τὰ λοιπά ὅταν ἀποθάνω καὶ ἡ γυνή μου καὶ ὅσα μοι ὑπάρχει λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου καὶ τὸ ἄλλο ἥμισυ ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου ὑμέτερόν ἐστιν θάρσει παιδίον ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα θάρσει παιδίον