AMOS
Chapter 5
Amos | LXX | 5:2 | ἔπεσεν οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι παρθένος τοῦ Ισραηλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν | |
Amos | LXX | 5:3 | διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ισραηλ | |
Amos | LXX | 5:5 | καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα | |
Amos | LXX | 5:6 | ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ | |
Amos | LXX | 5:8 | ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ | |
Amos | LXX | 5:11 | διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν | |
Amos | LXX | 5:12 | ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν καταπατοῦντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες | |
Amos | LXX | 5:14 | ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ’ ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε | |
Amos | LXX | 5:15 | μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηφ | |
Amos | LXX | 5:16 | διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον | |
Amos | LXX | 5:18 | οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς | |
Amos | LXX | 5:19 | ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις | |
Amos | LXX | 5:22 | διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι | |
Amos | LXX | 5:26 | καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφαν τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς | |