EPHESIANS
Chapter 2
Ephe | StatResG | 2:2 | ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· | |
Ephe | StatResG | 2:3 | ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. | |
Ephe | StatResG | 2:5 | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν τῷ ˚Χριστῷ (χάριτί ἐστε σεσῳσμένοι), | |
Ephe | StatResG | 2:7 | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. | |
Ephe | StatResG | 2:10 | Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν ˚Χριστῷ ˚Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ ˚Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. | |
Ephe | StatResG | 2:11 | ¶Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, | |
Ephe | StatResG | 2:12 | ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς ˚Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. | |
Ephe | StatResG | 2:13 | Νυνὶ δὲ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ ˚Χριστοῦ. | |
Ephe | StatResG | 2:14 | Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, | |
Ephe | StatResG | 2:15 | τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, | |
Ephe | StatResG | 2:16 | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ ˚Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· | |
Ephe | StatResG | 2:18 | ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν, οἱ ἀμφότεροι ἐν ἑνὶ ˚Πνεύματι πρὸς τὸν Πατέρα. | |
Ephe | StatResG | 2:19 | Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ ˚Θεοῦ, | |
Ephe | StatResG | 2:20 | ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ˚Χριστοῦ ˚Ἰησοῦ, | |