Site uses cookies to provide basic functionality.

OK
EPHESIANS
1 2 3 4 5 6
Prev Up Next Toggle notes
Chapter 5
Ephe StatResG 5:1  Γίνεσθε οὖν μιμηταὶ τοῦ ˚Θεοῦ ὡς τέκνα ἀγαπητά,
Ephe StatResG 5:2  καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ ˚Θεῷ εἰς ὀσμὴν εὐωδίας.
Ephe StatResG 5:3  ¶Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
Ephe StatResG 5:4  καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
Ephe StatResG 5:5  Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ ˚Χριστοῦ καὶ ˚Θεοῦ.
Ephe StatResG 5:6  ¶Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα, γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ ˚Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Ephe StatResG 5:7  Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
Ephe StatResG 5:8  ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν ˚Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε
Ephe StatResG 5:9  (ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ),
Ephe StatResG 5:10  δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ ˚Κυρίῳ.
Ephe StatResG 5:11  Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
Ephe StatResG 5:12  τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν, αἰσχρόν ἐστιν καὶ λέγειν.
Ephe StatResG 5:13  Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
Ephe StatResG 5:14  Διὸ λέγει, “Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ ˚Χριστός.”
Ephe StatResG 5:15  ¶Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοί,
Ephe StatResG 5:16  ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
Ephe StatResG 5:17  Διὰ τοῦτο, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ ˚Κυρίου.
Ephe StatResG 5:18  Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν ˚Πνεύματι,
Ephe StatResG 5:19  λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ ˚Κυρίῳ,
Ephe StatResG 5:20  εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῷ ˚Θεῷ καὶ Πατρί,
Ephe StatResG 5:21  ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ ˚Χριστοῦ.
Ephe StatResG 5:22  ¶Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ ˚Κυρίῳ,
Ephe StatResG 5:23  ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ ˚Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς Σωτὴρ τοῦ σώματος.
Ephe StatResG 5:24  Ἀλλʼ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ ˚Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
Ephe StatResG 5:25  ¶Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
Ephe StatResG 5:26  ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
Ephe StatResG 5:27  ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
Ephe StatResG 5:28  Οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ.
Ephe StatResG 5:29  Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ˚Χριστὸς τὴν ἐκκλησίαν,
Ephe StatResG 5:30  ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
Ephe StatResG 5:31  “Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.”
Ephe StatResG 5:32  Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς ˚Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
Ephe StatResG 5:33  Πλὴν καὶ ὑμεῖς, οἱ καθʼ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα.